Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.22 Dem. 38.25 (English) >>Dem. 38.28

38.24ἵνα δὲ μηδʼ οἴησθʼ εἶναί τι ταῦτα, ἔστι μὲν οὐκ ἴσον (πῶς γάρ;) πρὸς τοὺς πράξαντας διαλυσαμένους τῶν οὐκ εἰδότων κατηγορεῖν, ὅμως μέντοι, Ξενοπείθη καὶ Ναυσίμαχε, εἰ μεγάλʼ ὑμῖν καὶ θαυμάστʼ εἶναι τὰ δίκαια ταῦθʼ ὑπολαμβάνετε, ἀποδόντες τὰ τρία τάλαντα περαίνετε. ὧν δὲ τοῦ μὴ κατηγορῆσαι τοσαῦτα χρήματʼ ἐπράξασθε, πρὶν ἂν ταῦτʼ ἀποδῶτε, σιωπᾶν ἐστὲ δίκαιοι, καὶ μὴ κατηγορεῖν καὶ ἔχειν· ἔσχατον γὰρ ἤδη πραγμάτων τοῦτό γε.

38.25τάχα τοίνυν ἴσως καὶ τριηραρχίας ἐροῦσι, καὶ τὰ ὄνθʼ ὡς ἀνηλώκασιν εἰς ὑμᾶς. ἐγὼ δʼ ὅτι μὲν ψεύσονται, καὶ πόλλʼ ἀπολωλεκότες τῶν ὄντων αὑτοῖς, μικρὰ τῆς πόλεως μετειληφυίας, οὐ δικαίαν οὐδὲ γιγνομένην χάριν ἀξιώσουσι κομίζεσθαι παρʼ ὑμῶν, ἐάσω. ἀξιῶ δὲ καὶ αὐτός, ἄνδρες δικασταί, εἶναι τοῖς λῃτουργοῦσιν ὑμῖν ἅπασιν χάριν τινʼ ὑπάρχουσαν παρʼ ὑμῶν. τίσιν δὲ μεγίστην; τοῖς μὲν χρήσιμον τῇ πόλει τοῦ πράγματός ἐστι ποιοῦσιν, δʼ αἰσχρὸν ἅπαντες ἂν εἶναι φήσαιεν καὶ ὄνειδος, μὴ κατασκευάζουσιν. 38.26οἱ μὲν τοίνυν μετὰ τοῦ λῃτουργεῖν τὰ σφέτερʼ αὐτῶν διεφθαρκότες τὴν βλασφημίαν ἀντὶ τῆς χρείας τῇ πόλει καταλείπουσιν (οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ κατηγόρησεν πώποτε, ἀλλʼ ὡς πόλις τὰ ὄντʼ ἀφῄρηται λέγειοἱ δʼ ὅσα μὲν προστάττεθʼ ὑμεῖς ποιοῦντες προθύμως, τῇ περὶ τἄλλα δὲ σωφροσύνῃ τὰ ὄντα σῴζοντες, οὐ μόνον κατὰ τοῦτʼ ἐκείνων πλεονεκτοῖεν ἂν εἰκότως, ὅτι καὶ γεγόνασιν χρήσιμοι καὶ ἔσονται, ἀλλʼ ὅτι καὶ χωρὶς ὀνείδους ταῦτα παρʼ αὐτῶν ὑμῖν γίγνεται. ἡμεῖς μὲν τοίνυν τοιοῦτοι εἰς ὑμᾶς ἅπαντες φανούμεθʼ ὄντες· τούτους δʼ ἐάσω, μή με φῶσιν κακῶς αὑτοὺς λέγειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.22 Dem. 38.25 (English) >>Dem. 38.28

Powered by PhiloLogic